Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.303 Joseph. AJ 16.308 (English) >>Joseph. AJ 16.314

16.306τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφʼ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτʼ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν. 16.307Ἀντίπατρος μὲν οὖν εὔνουν ὑπολαμβάνων ἐκ τούτων μεγάλας αὐτῷ παρʼ ἕκαστα δωρεὰς ἐδίδου καὶ τέλος ἤδη πείθει πρὸς τὸν Ἡρώδην ἀναφέρειν τὸν λόγον. 16.308 δʼ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλʼ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν· 16.309εὐθὺς γὰρ Εὐρυκλεῖ δίδωσιν πεντήκοντα τάλαντα δωρεάν. δὲ ταῦτα λαβὼν καὶ πρὸς Ἀρχέλαον ἀναβὰς τὸν βασιλέα τῶν Καππαδόκων τὸν Ἀλέξανδρον ἐπῄνει καὶ χρήσιμος ἔλεγεν αὐτῷ πολλὰ πρὸς τὰς διαλλαγὰς τὰς πρὸς τὸν πατέρα γεγενῆσθαι. 16.310χρηματισάμενος δὲ καὶ παρʼ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος. 16.311

δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατʼ αὐτῶν διαβολάς, ἀλλʼ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.303 Joseph. AJ 16.308 (English) >>Joseph. AJ 16.314

Powered by PhiloLogic